Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.52 Dem. 45.57 (English) >>Dem. 45.61

45.55λαβὲ τὴν μαρτυρίαν τὴν Δεινίου καὶ ἀναγίγνωσκε, καὶ κάλει Δεινίαν.Μαρτυρία

Δεινίας Θεομνήστου Ἀθμονεὺς μαρτυρεῖ τὴν θυγατέρα <τὴν> αὑτοῦ ἐκδοῦναι Ἀπολλοδώρῳ κατὰ τοὺς νόμους γυναῖκα ἔχειν, καὶ μηδεπώποτε παραγενέσθαι μηδὲ αἰσθέσθαι ὅτι Ἀπολλόδωρος ἀφῆκε τῶν ἐγκλημάτων ἁπάντων Φορμίωνα.

45.56ὅμοιός γʼ Δεινίας, ἄνδρες δικασταί, τούτῳ, ὃς ὑπὲρ τῆς θυγατρὸς καὶ τῶν θυγατριδῶν καὶ ἐμοῦ τοῦ κηδεστοῦ διὰ τὴν συγγένειαν οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλει κατὰ τούτου. ἀλλʼ οὐχ οὑτοσὶ Στέφανος, οὐκ ὤκνησε καθʼ ἡμῶν τὰ ψευδῆ μαρτυρεῖν, οὐδʼ, εἰ μηδένα τῶν ἄλλων, τὴν αὑτοῦ μητέρα ᾐσχύνθη τοῖς ἀπʼ ἐκείνης οἰκείοις τῆς ἐσχάτης ἐνδείας αἴτιος γενόμενος.

45.57 τοίνυν ἔπαθον δεινότατον καὶ ἐφʼ μάλιστʼ ἐξεπλάγην ὅτʼ ἠγωνιζόμην, ἄνδρες δικασταί, τοῦθʼ ὑμῖν εἰπεῖν βούλομαι· τήν τε γὰρ τούτου πονηρίαν ἔτι μᾶλλον ὑμεῖς ὄψεσθε, καὶ ἐγὼ τῶν γεγενημένων ἀποδυράμενος τὰ πλεῖστα πρὸς ὑμᾶς ὡσπερεὶ ῥᾴων ἔσομαι. τὴν γὰρ μαρτυρίαν ἣν ᾤμην εἶναι καὶ διʼ ἧς ἦν πλεῖστος ἔλεγχός μοι, ταύτην οὐχ ηὗρον ἐνοῦσαν ἐν τῷ ἐχίνῳ. 45.58τότε μὲν δὴ τῷ κακῷ πληγεὶς οὐδὲν ἄλλʼ εἶχον ποιῆσαι πλὴν ὑπολαμβάνειν τὴν ἀρχὴν ἠδικηκέναι με καὶ τὸν ἐχῖνον κεκινηκέναι. νῦν δʼ ἀφʼ ὧν ὕστερον πέπυσμαι, πρὸς αὐτῷ τῷ διαιτητῇ Στέφανον τουτονὶ αὐτὴν ὑφῃρημένον εὑρίσκω, πρὸς μαρτυρίαν τινʼ ἵνʼ ἐξορκώσαιμι, ἀναστάντος ἐμοῦ. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, πρῶτον μὲν ὑμῖν μαρτυρήσουσιν τῶν τούτοις παρόντων οἱ ἰδόντες.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.52 Dem. 45.57 (English) >>Dem. 45.61

Powered by PhiloLogic